Τῷ καιρῷ ἐκείνῳ, ἐπορεύετο ὁ Ἰησοῦς εἰς πόλιν καλουμένην Ναΐν˙ καί συνεπορεύοντο αὐτῷ οἱ μαθηταί αὐτοῦ ἱκανοί καί ὄχλος πολύς. Ὡς δε ἤγγισε τῇ πύλῃ τῆς πόλεως, καί ἰδού ἐξεκομίζετο τεθνηκώς υἱός μονογενής τῇ μητρί αὐτοῦ, καί αὕτη ἦν χήρα, καί ὄχλος τῆς πόλεως ἱκανός ἦν σύν αὐτῇ. Καί ἰδών αὐτήν ὁ Κύριος ἐσπλαγχνίσθη ἐπ’ αὐτῇ καί εἶπεν αὐτῇ· Μή κλαῖε· καί προσελθών ἥψατο τῆς σωροῦ, οἱ δέ βαστάζοντες ἔστησαν, καί εἶπε· Νεανίσκε, σοί λέγω, έγέρθητι. Καί ἀνεκάθισεν ὁ νεκρός καί ἤρξατο λαλεῖν, καί ἐδωκεν αὐτόν τῇ μητρί αὐτοῦ. Ἔλαβε δέ φόβος πάντας καί ἐδόξαζον τόν Θεόν, λέγοντες ὅτι προφήτης μέγας ἐγήγερται ἐν ἡμῖν, καί ὅτι ἐπεσκέψατο ὁ Θεός τόν λαόν αὐτοῦ.

Please follow and like us:

Αφήστε μια απάντηση

Η ηλ. διεύθυνσή σας δεν δημοσιεύεται. Τα υποχρεωτικά πεδία σημειώνονται με *