Τω καιρώ εκείνω, εγένετο δε εν τω εγγίζειν αυτόν εις Ιεριχώ τυφλός τις εκάθητο παρά την οδόν προσαιτών. Aκούσας δὲ όχλου διαπορευομένου επυνθάνετο τι είη ταύτα. απήγγειλαν δε αυτώ ότι Ιησούς ο Ναζωραίος παρέρχεται. Kαι εβόησε λέγων· Ίησού, υιέ Δαυῒδ, ελέησόν με. Kαι οι προάγοντες επετίμων αυτώ ινα σιωπήσῃ· αυτὸς δε πολλώ μάλλον έκραζεν· Υιὲ Δαυῒδ, ελέησόν με.  Σταθεὶς δὲ ο Ιησούς εκέλευσεν αυτὸν αχθήναι πρὸς αυτόν. εγγίσαντος δε αυτού επηρώτησεν αυτόν  λέγων·  Τι σοι θέλεις ποιήσω; ο δε εἰπε· Κύριε, ίνα αναβλέψω. και ο Ιησούς είπεν αυτώ· ανάβλεψον· η πίστις σου σέσωκέ σε. και παραχρήμα ανέβλεψε, και ηκολούθει αυτώ δοξάζων τον Θεόν· και πας ο λαὸς ιδὼν έδωκεν αίνον τω Θεω.

Please follow and like us:
error

Αφήστε μια απάντηση

Η ηλ. διεύθυνση σας δεν δημοσιεύεται. Τα υποχρεωτικά πεδία σημειώνονται με *